Song Page - Lyrify.me

Lyrify.me

Poliorketika by Elend Lyrics

Genre: pop | Year: 2004

Πολλὰ γάρ͵ εὖτε πτόλις δαμασθῇ͵
Ἐή͵ δυστυχῆ τε πράσσει
Ἄλλος δ ́ ἄλλον ἄγει͵ φονεύ-
Ει͵ τὰ δὲ πυρφορεῖ· καπνῷ
Χραίνεται πόλισμ ́ ἅπαν·

Μαινόμενος δ΄ ἐπιπνεῖ λαοδάμας
Μιαίνων εὐσέβειαν Ἄρης
Κορκορυγαὶ δ΄ ἀν΄ ἄστυ͵ περὶ δ΄ ὁρκάνα
Πυργῶτις͵ πρὸς ἀνδρὸς δ΄ ἀνὴρ
Δόρει κλίνεται·
Γᾶ δ΄ αἰάζει τὰν ἐγγαίαν ἥβαν